Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.210 Dem. 19.213 (English) >>Dem. 19.216

19.212ἐκ δὲ τοῦ δὶς ἔμʼ εἰσελθεῖν ἀνάγκη περιίστατο καὶ τούτῳ πάλιν εἰσιέναι· διὰ ταῦτʼ οὐκ εἴα καλεῖν. καίτοι τοῦτο τὸ ἔργον, ἄνδρες Ἀθηναῖοι, ἀμφότερʼ ὑμῖν ἐπιδείκνυσι σαφῶς, καὶ κατεγνωκόθʼ ἑαυτοῦ τοῦτον ὥστε μηδενὶ νῦν ὑμῶν εὐσεβῶς ἔχειν ἀποψηφίσασθαι αὐτοῦ, καὶ μηδὲν ἀληθὲς ἐροῦντα περὶ ἐμοῦ· εἰ γὰρ εἶχε, τότʼ ἂν καὶ λέγων καὶ κατηγορῶν ἐξητάζετο, οὐ μὰ Δίʼ οὐκ ἀπηγόρευε καλεῖν.

19.213ὡς τοίνυν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας.

ἀλλὰ μὴν ἄν γέ τι ἔξω τῆς πρεσβείας βλασφημῇ περὶ ἐμοῦ, κατὰ πόλλʼ οὐκ ἂν εἰκότως ἀκούοιτʼ αὐτοῦ. οὐ γὰρ ἐγὼ κρίνομαι τήμερον, οὐδʼ ἐγχεῖ μετὰ ταῦθʼ ὕδωρ οὐδεὶς ἐμοί. τί οὖν ἐστι ταῦτα πλὴν δικαίων λόγων ἀπορία; τίς γὰρ ἂν κατηγορεῖν ἕλοιτο κρινόμενος, ἔχων τι ἀπολογήσεται; 19.214ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δʼ Αἰσχίνης οὑτοσί, Φίλιππος δʼ ἦν κρίνων, εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι. Λέγε τὴν μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.210 Dem. 19.213 (English) >>Dem. 19.216

Powered by PhiloLogic